Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.125.4 | Hdt. 4.127.1 (English) | >>Hdt. 4.128.2 |
4.126.1 ὡς δὲ πολλὸν τοῦτο ἐγίνετο καὶ οὐκ ἐπαύετο , πέμψας Δαρεῖος ἱππέα παρὰ τὸν Σκυθέων βασιλέα Ἰδάνθυρσον ἔλεγε τάδε · “δαιμόνιε ἀνδρῶν , τί φεύγεις αἰεί , ἐξεόν τοι τῶνδε τὰ ἕτερα ποιέειν ; εἰ μὲν γὰρ ἀξιόχρεος δοκέεις εἶναι σεωυτῷ τοῖσι ἐμοῖσι πρήγμασι ἀντιωθῆναι , σὺ δὲ στάς τε καὶ παυσάμενος πλάνης μάχεσθαι · εἰ δὲ συγγινώσκεαι εἶναι ἥσσων , σὺ δὲ καὶ οὕτω παυσάμενος τοῦ δρόμου δεσπότῃ τῷ σῷ δῶρα φέρων γῆν τε καὶ ὕδωρ ἐλθὲ ἐς λόγους .”
ch. 127
4.127.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.125.4 | Hdt. 4.127.1 (English) | >>Hdt. 4.128.2 |